Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.172.2 | Hdt. 1.173.3 (English) | >>Hdt. 1.174.2 |
1.173.1
καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται , οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι (τὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι )·
1.173.2 διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω , ὡς ἐπεκράτησε τῇ στάσι Μίνως , ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ · οἱ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα · τὴν γὰρ νῦν Λύκιοι νέμονται , αὕτη τὸ παλαιὸν ἦν Μιλυάς , οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο .
1.173.3 ἕως μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε , οἱ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νῦν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι Τερμίλαι · ὡς δὲ ἐξ Ἀθηνέων Λύκος ὁ Πανδίονος , ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος , ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα , οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν .
1.173.4 νόμοισι δὲ τὰ μὲν Κρητικοῖσι τὰ δὲ Καρικοῖσι χρέωνται . ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων · καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων ·
1.173.5 εἰρομένου δὲ ἑτέρου τὸν πλησίον τίς εἴη , καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας . καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ , γενναῖα τὰ τέκνα νενόμισται · ἢν δὲ ἀνὴρ ἀστὸς καὶ ὁ πρῶτος αὐτῶν γυναῖκα ξείνην ἢ παλλακὴν ἔχῃ , ἄτιμα τὰ τέκνα γίνεται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.172.2 | Hdt. 1.173.3 (English) | >>Hdt. 1.174.2 |